ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:
ἀλλ᾽ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων
10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων.
αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
ὑψόθ᾽ ἐόντι Διί, μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.
25

ὣς δ᾽ αὔτως Μενέλαον ἔχε τρόμος: οὐδὲ γὰρ αὐτῷ
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε: μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
θήκατο χαλκείην, δόρυ δ᾽ εἵλετο χειρὶ παχείῃ.
βῆ δ᾽ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
Ἀργείων ἤνασσε, θεὸς δ᾽ ὣς τίετο δήμῳ.
τὸν δ᾽ εὗρ᾽ ἀμφ᾽ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35νηῒ πάρα πρύμνῃ: τῷ δ᾽ ἀσπάσιος γένετ᾽ ἐλθών.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος:
‘τίφθ᾽ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν᾽ ἑταίρων
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
νύκτα δι᾽ ἀμβροσίην: μάλα τις θρασυκάρδιος ἔσται.
’

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
‘χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ᾽ ἱεροῖσιν:
οὐ γάρ πω ἰδόμην, οὐδ᾽ ἔκλυον αὐδήσαντος
ἄνδρ᾽ ἕνα τοσσάδε μέρμερ᾽ ἐπ᾽ ἤματι μητίσασθαι,
ὅσσ᾽ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
ἔργα δ᾽ ἔρεξ᾽ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
δηθά τε καὶ δολιχόν: τόσα γὰρ κακὰ μήσατ᾽ Ἀχαιούς.
ἀλλ᾽ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
ῥίμφα θέων παρὰ νῆας: ἐγὼ δ᾽ ἐπὶ Νέστορα δῖον
55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ᾽ ἐθέλῃσιν
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ᾽ ἐπιτεῖλαι.
κείνῳ γάρ κε μάλιστα πιθοίατο: τοῖο γὰρ υἱὸς
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
Μηριόνης: τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
’60

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:
‘πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
ἦε θέω μετὰ σ᾽ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
’

τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
‘65αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
φθέγγεο δ᾽ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ,
70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
’

ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας:
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν:
τὸν δ᾽ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75εὐνῇ ἔνι μαλακῇ: παρὰ δ᾽ ἔντεα ποικίλ᾽ ἔκειτο
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ᾽ ὁ γεραιὸς
ζώννυθ᾽ ὅτ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80ὀρθωθεὶς δ᾽ ἄρ᾽ ἐπ᾽ ἀγκῶνος κεφαλὴν ἐπαείρας
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ:
‘τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
ἠέ τιν᾽ οὐρήων διζήμενος, ἤ τιν᾽ ἑταίρων;
85φθέγγεο, μηδ᾽ ἀκέων ἐπ᾽ ἔμ᾽ ἔρχεο: τίπτε δέ σε χρεώ;
’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
‘ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ᾽ ἀϋτμὴ
90ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
πλάζομαι ὧδ᾽ ἐπεὶ οὔ μοι ἐπ᾽ ὄμμασι νήδυμος ὕπνος
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε᾽ Ἀχαιῶν.
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
95στηθέων ἐκθρῴσκει, τρομέει δ᾽ ὑπὸ φαίδιμα γυῖα.
ἀλλ᾽ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ᾽ ὕπνος ἱκάνει,
δεῦρ᾽ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100δυσμενέες δ᾽ ἄνδρες σχεδὸν εἵαται: οὐδέ τι ἴδμεν
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
‘Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105ἐκτελέει, ὅσα πού νυν ἐέλπεται: ἀλλά μιν οἴω
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
σοὶ δὲ μάλ᾽ ἕψομ᾽ ἐγώ: ποτὶ δ᾽ αὖ καὶ ἐγείρομεν ἄλλους
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ᾽ Ὀδυσῆα
110ἠδ᾽ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
ἀλλ᾽ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
ἀντίθεόν τ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα:
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ᾽ ἐγγύς.
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ᾽ ἐπικεύσω
ὡς εὕδει, σοὶ δ᾽ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
λισσόμενος: χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
‘120ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα:
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
οὔτ᾽ ὄκνῳ εἴκων οὔτ᾽ ἀφραδίῃσι νόοιο,
ἀλλ᾽ ἐμέ τ᾽ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
νῦν δ᾽ ἐμέο πρότερος μάλ᾽ ἐπέγρετο καί μοι ἐπέστη:
125τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
ἀλλ᾽ ἴομεν: κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
ἐν φυλάκεσσ᾽, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
‘οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ᾽ ἀπιθήσει
130Ἀργείων, ὅτε κέν τιν᾽ ἐποτρύνῃ καὶ ἀνώγῃ.
’

ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
ἀμφὶ δ᾽ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
διπλῆν ἐκταδίην, οὔλη δ᾽ ἐπενήνοθε λάχνη.
135εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
βῆ δ᾽ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
πρῶτον ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
φθεγξάμενος: τὸν δ᾽ αἶψα περὶ φρένας ἤλυθ᾽ ἰωή,
140ἐκ δ᾽ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε:
‘τίφθ᾽ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
νύκτα δι᾽ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;
’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
‘διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
145μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
ἀλλ᾽ ἕπε᾽, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ᾽ ἐπέοικε
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.
’

ὣς φάθ᾽, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
ποικίλον ἀμφ᾽ ὤμοισι σάκος θέτο, βῆ δὲ μετ᾽ αὐτούς.
150βὰν δ᾽ ἐπὶ Τυδεΐδην Διομήδεα: τὸν δὲ κίχανον
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν: ἀμφὶ δ᾽ ἑταῖροι
εὗδον, ὑπὸ κρασὶν δ᾽ ἔχον ἀσπίδας: ἔγχεα δέ σφιν
ὄρθ᾽ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διός: αὐτὰρ ὅ γ᾽ ἥρως
155εὗδ᾽, ὑπὸ δ᾽ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ᾽ ἄντην:
ἔγρεο Τυδέος υἱέ: τί πάννυχον ὕπνον ἀωτεῖς;
160οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
εἵαται ἄγχι νεῶν, ὀλίγος δ᾽ ἔτι χῶρος ἐρύκει;
’

ὣς φάθ᾽, ὃ δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
‘σχέτλιός ἐσσι γεραιέ: σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
πάντῃ ἐποιχόμενοι; σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.
’

τὸν δ᾽ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ:
‘ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν:
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175ἀλλ᾽ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
ἄνστησον: σὺ γάρ ἐσσι νεώτερος: εἴ μ᾽ ἐλεαίρεις.
’

ὣς φάθ᾽, ὃ δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ᾽ ἔγχος.
βῆ δ᾽ ἰέναι, τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180

οἳ δ᾽ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ᾽ ὕλην
185ἔρχηται δι᾽ ὄρεσφι: πολὺς δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῷ
ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν:
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
νύκτα φυλασσομένοισι κακήν: πεδίον δὲ γὰρ αἰεὶ
τετράφαθ᾽, ὁππότ᾽ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190τοὺς δ᾽ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
‘οὕτω νῦν φίλα τέκνα φυλάσσετε: μηδέ τιν᾽ ὕπνος
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
’

ὣς εἰπὼν τάφροιο διέσσυτο: τοὶ δ᾽ ἅμ᾽ ἕποντο
195Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
τοῖς δ᾽ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
ἤϊσαν: αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
τάφρον δ᾽ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200πιπτόντων: ὅθεν αὖτις ἀπετράπετ᾽ ὄβριμος Ἕκτωρ
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
ἔνθα καθεζόμενοι ἔπε᾽ ἀλλήλοισι πίφαυσκον:
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
‘ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ᾽ ἑῷ αὐτοῦ
205θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
210ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
ἀσκηθής: μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
πάντας ἐπ᾽ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή:
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
θῆλυν ὑπόρρηνον: τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
αἰεὶ δ᾽ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
’

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
‘220Νέστορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
Τρώων: ἀλλ᾽ εἴ τίς μοι ἀνὴρ ἅμ᾽ ἕποιτο καὶ ἄλλος
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
σύν τε δύ᾽ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
225ὅππως κέρδος ἔῃ: μοῦνος δ᾽ εἴ πέρ τε νοήσῃ
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.
’

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
ἤθελε Μηριόνης, μάλα δ᾽ ἤθελε Νέστορος υἱός,
230ἤθελε δ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
ἤθελε δ᾽ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
Τρώων: αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
‘Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235τὸν μὲν δὴ ἕταρόν γ᾽ αἱρήσεαι ὅν κ᾽ ἐθέλῃσθα,
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
μηδὲ σύ γ᾽ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
καλλείπειν, σὺ δὲ χείρον᾽ ὀπάσσεαι αἰδοῖ εἴκων
ἐς γενεὴν ὁρόων, μηδ᾽ εἰ βασιλεύτερός ἐστιν.
’240

ὣς ἔφατ᾽, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
τοῖς δ᾽ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
‘εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι,
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
‘Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
250εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.
ἀλλ᾽ ἴομεν: μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ᾽ ἠώς,
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
τῶν δύο μοιράων, τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.
’

ὣς εἰπόνθ᾽ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
φάσγανον ἄμφηκες: τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο:
καὶ σάκος: ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
ῥινοῦ ποιητήν: πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν
ἐντέτατο στερεῶς: ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265εὖ καὶ ἐπισταμένως: μέσσῃ δ᾽ ἐνὶ πῖλος ἀρήρει.
τήν ῥά ποτ᾽ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
ἐξέλετ᾽ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
Σκάνδειαν δ᾽ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι:
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι:
δὴ τότ᾽ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
τὼ δ᾽ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
βάν ῥ᾽ ἰέναι, λιπέτην δὲ κατ᾽ αὐτόθι πάντας ἀρίστους.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275Παλλὰς Ἀθηναίη: τοὶ δ᾽ οὐκ ἴδον ὀφθαλμοῖσι
νύκτα δι᾽ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
χαῖρε δὲ τῷ ὄρνιθ᾽ Ὀδυσεύς, ἠρᾶτο δ᾽ Ἀθήνῃ:
‘κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
280κινύμενος: νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.
δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
‘κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη:
285σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ᾽ ἕσπεο Τυδέϊ δίῳ
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
κεῖσ᾽: ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
’295

ὣς ἔφαν εὐχόμενοι, τῶν δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
οἳ δ᾽ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
ἂμ φόνον, ἂν νέκυας, διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα.
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300εὕδειν, ἀλλ᾽ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες:
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305δώσω γὰρ δίφρόν τε δύω τ᾽ ἐριαύχενας ἵππους
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
ὅς τίς κε τλαίη, οἷ τ᾽ αὐτῷ κῦδος ἄροιτο,
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
’

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης:
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν:
‘Ἕκτορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
ἀλλ᾽ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
σοὶ δ᾽ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ᾽ ἀπὸ δόξης:
325τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ᾽ ἂν ἵκωμαι
νῆ᾽ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
’

ὣς φάθ᾽, ὃ δ᾽ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν:
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
’

ὣς φάτο καί ῥ᾽ ἐπίορκον ἐπώμοσε, τὸν δ᾽ ὀρόθυνεν:
αὐτίκα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
ἕσσατο δ᾽ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335κρατὶ δ᾽ ἐπὶ κτιδέην κυνέην, ἕλε δ᾽ ὀξὺν ἄκοντα,
βῆ δ᾽ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ: οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ᾽ ὅμιλον,
βῆ ῥ᾽ ἀν᾽ ὁδὸν μεμαώς: τὸν δὲ φράσατο προσιόντα
340διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν:
‘οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
οὐκ οἶδ᾽ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
ἀλλ᾽ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345τυτθόν: ἔπειτα δέ κ᾽ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
καρπαλίμως: εἰ δ᾽ ἄμμε παραφθαίησι πόδεσσιν,
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.
’

ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350κλινθήτην: ὃ δ᾽ ἄρ᾽ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀπέην ὅσσόν τ᾽ ἐπὶ οὖρα πέλονται
ἡμιόνων: αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον:
τὼ μὲν ἐπεδραμέτην, ὃ δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας.
355ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
γνῶ ῥ᾽ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
φευγέμεναι: τοὶ δ᾽ αἶψα διώκειν ὁρμήθησαν.
360ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
ἢ κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
χῶρον ἀν᾽ ὑλήενθ᾽, ὃ δέ τε προθέῃσι μεμηκώς,
ὣς τὸν Τυδεΐδης ἠδ᾽ ὃ πτολίπορθος Ὀδυσσεὺς
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης:
‘370ἠὲ μέν᾽ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
’

ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ᾽ ἡμάρτανε φωτός:
δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
ἐν γαίῃ ἐπάγη: ὃ δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε
375βαμβαίνων: ἄραβος δὲ διὰ στόμα γίγνετ᾽ ὀδόντων:
χλωρὸς ὑπαὶ δείους: τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
χειρῶν δ᾽ ἁψάσθην: ὃ δὲ δακρύσας ἔπος ηὔδα:
‘ζωγρεῖτ᾽, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: ἔστι γὰρ ἔνδον
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
’

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
‘θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
385πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἦ σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
νῆας ἔπι γλαφυράς; ἦ σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;
’390

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων, ὑπὸ δ᾽ ἔτρεμε γυῖα:
‘πολλῇσίν μ᾽ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
ἠνώγει δέ μ᾽ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ᾽ ἐθέλουσι
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.
’400

τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:
‘ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
ἵππων Αἰακίδαο δαΐφρονος: οἳ δ᾽ ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
ἄλλῳ γ᾽ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
405ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
410αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
’

τὸν δ᾽ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός:
‘τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
415βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
νόσφιν ἀπὸ φλοίσβου: φυλακὰς δ᾽ ἃς εἴρεαι ἥρως
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
οἷ δ᾽ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420ἀλλήλοις: ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
εὕδουσι: Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν:
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
‘πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425εὕδουσ᾽ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.
’

τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων Εὐμήδεος υἱός:
‘τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430πρὸς Θύμβρης δ᾽ ἔλαχον Λύκιοι Μυσοί τ᾽ ἀγέρωχοι
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
Θρήϊκες οἷδ᾽ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων:
435ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους:
λευκότεροι χιόνος, θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι:
ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται:
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440ἤλυθ᾽ ἔχων: τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
ἄνδρεσσιν φορέειν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν.
ἀλλ᾽ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
ἠέ με δήσαντες λίπετ᾽ αὐτόθι νηλέϊ δεσμῷ,
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445ἠὲ κατ᾽ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.
’

τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
‘μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ:
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων:
εἰ δέ κ᾽ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
οὐκέτ᾽ ἔπειτα σὺ πῆμά ποτ᾽ ἔσσεαι Ἀργείοισιν.
’

ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455ἁψάμενος λίσσεσθαι, ὃ δ᾽ αὐχένα μέσσον ἔλασσε
φασγάνῳ ἀΐξας, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
τοῦ δ᾽ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν:
460καὶ τά γ᾽ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
ὑψόσ᾽ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα:
‘χαῖρε θεὰ τοῖσδεσσι: σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
πάντων ἀθανάτων ἐπιδωσόμεθ᾽: ἀλλὰ καὶ αὖτις
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
’465

ὣς ἄρ᾽ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ᾽ ἀείρας
θῆκεν ἀνὰ μυρίκην: δέελον δ᾽ ἐπὶ σῆμά τ᾽ ἔθηκε
συμμάρψας δόνακας μυρίκης τ᾽ ἐριθηλέας ὄζους,
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
τὼ δὲ βάτην προτέρω διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα,
470αἶψα δ᾽ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
οἳ δ᾽ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
καλὰ παρ᾽ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
τριστοιχί: παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
Ῥῆσος δ᾽ ἐν μέσῳ εὗδε, παρ᾽ αὐτῷ δ᾽ ὠκέες ἵπποι
475ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
τὸν δ᾽ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν:
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
ἀλλ᾽ ἄγε δὴ πρόφερε κρατερὸν μένος: οὐδέ τί σε χρὴ
480ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ᾽ ἵππους:
ἠὲ σύ γ᾽ ἄνδρας ἔναιρε, μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
’

ὣς φάτο, τῷ δ᾽ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
κτεῖνε δ᾽ ἐπιστροφάδην: τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι γαῖα.
485ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
ὄφρα δυώδεκ᾽ ἔπεφνεν: ἀτὰρ πολύμητις Ὀδυσσεὺς
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490τὸν δ᾽ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
νεκροῖς ἀμβαίνοντες: ἀήθεσσον γὰρ ἔτ᾽ αὐτῶν.
ἀλλ᾽ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
ἀσθμαίνοντα: κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
τὴν νύκτ᾽ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
τόφρα δ᾽ ἄρ᾽ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
σὺν δ᾽ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι:
ῥοίζησεν δ᾽ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε᾽ ἔκειτο,
505ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ᾽ ἀείρας,
ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
εἷος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα, τόφρα δ᾽ Ἀθήνη
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον:
‘νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
’

ὣς φάθ᾽, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
καρπαλίμως δ᾽ ἵππων ἐπεβήσετο: κόψε δ᾽ Ὀδυσσεὺς
τόξῳ: τοὶ δ᾽ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515

οὐδ᾽ ἀλαοσκοπιὴν εἶχ᾽ ἀργυρότοξος Ἀπόλλων
ὡς ἴδ᾽ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν:
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
Ῥήσου ἀνεψιὸν ἐσθλόν: ὃ δ᾽ ἐξ ὕπνου ἀνορούσας
520ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ᾽ ἕστασαν ὠκέες ἵπποι,
ἄνδράς τ᾽ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα φίλον τ᾽ ὀνόμηνεν ἑταῖρον.
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
θυνόντων ἄμυδις: θηεῦντο δὲ μέρμερα ἔργα
525ὅσσ᾽ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
ἔνθ᾽ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ᾽ ἵππων:
530μάστιξεν δ᾽ ἵππους, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
νῆας ἔπι γλαφυράς: τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε:
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
535ἵππων μ᾽ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
ὧδ᾽ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους:
ἀλλ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
540

οὔ πω πᾶν εἴρητο ἔπος ὅτ᾽ ἄρ᾽ ἤλυθον αὐτοί.
καί ῥ᾽ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
πρῶτος δ᾽ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ:
εἴπ᾽ ἄγε μ᾽ ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545ὅππως τοῦσδ᾽ ἵππους λάβετον καταδύντες ὅμιλον
Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
αἰεὶ μὲν Τρώεσσ᾽ ἐπιμίσγομαι, οὐδέ τί φημι
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής:
550ἀλλ᾽ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
ἀλλά τιν᾽ ὔμμ᾽ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα:
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
κούρη τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
‘555ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
ῥεῖα θεός γ᾽ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
ἵππους δωρήσαιτ᾽, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
ἵπποι δ᾽ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
Θρηΐκιοι: τὸν δέ σφιν ἄνακτ᾽ ἀγαθὸς Διομήδης
560ἔκτανε, πὰρ δ᾽ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
’

ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565καγχαλόων: ἅμα δ᾽ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
οἳ δ᾽ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
φάτνῃ ἐφ᾽ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες:
570νηῒ δ᾽ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
θῆκ᾽ Ὀδυσεύς, ὄφρ᾽ ἱρὸν ἑτοιμασσαίατ᾽ Ἀθήνῃ.
αὐτοὶ δ᾽ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ᾽ ἐλαίῳ
δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.